Η προσευχή στον Φύλακα Άγγελο μας…


Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς μὲ τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ἐμοῦ διὰ τὴν ἀκρασίαν μου...


Μὴ δώης χώραν τῷ πονηρῷ δαίμονι κατακυριεύσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος.

Κράτησον τῆς ἀθλίας καὶπαρειμένης χειρός μου, καὶ ὁδήγησον μὲ εἰς ὁδὸν σωτηρίας.

Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶσκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τὰ ἡμέρας τῆς ζωῆς μου, καὶ εἰ τὶ ἥμαρτον τὴν σήμερον ἡμέραν.

Σκέπασον μὲ ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξον μὲ ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἓν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν.

Καὶ πρεσβεῦε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι μὲ ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδείξαι μὲ δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος.


Ἀμήν.



Εγγραφή στο Newsletter μας

Please enable the javascript to submit this form

© 2004 - 2024 All Rights Reserved. | Φιλοξενία & Κατασκευή HostPlus LTD

hostplus 35